Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.128 Joseph. AJ 15.133 (English) >>Joseph. AJ 15.136

15.131καὶ τὰ μὲν πολλὰ τί δεῖ λέγειν; ἀλλὰ κινδυνεύοντας αὐτοὺς τῆς οἰκείας ἀρχῆς ἐκπεσεῖν καὶ δουλεύειν Κλεοπάτρᾳ τίνες ἄλλοι τοῦ δέους ἀπήλλαξαν; γὰρ ἐμὴ πρὸς Ἀντώνιον φιλία κἀκείνου πρὸς ἡμᾶς διάθεσις αἰτία γεγένηται μηδὲ τούτους ἀνήκεστόν τι παθεῖν, φυλαττομένου τἀνδρὸς μηδὲν ἐπιτηδεύειν, δύναιτʼ ἂν ὕποπτον ἡμῖν γενέσθαι. 15.132βουληθέντος δὲ ὅμως Κλεοπάτρᾳ μέρη τινὰ παρασχεῖν ἀφʼ ἑκατέρας τῆς ἀρχῆς, καὶ τοῦτο διῳκησάμην ἐγώ, καὶ πολλὰ δῶρα δοὺς ἰδίᾳ τὸ μὲν ἀσφαλὲς ἀμφοτέροις ἐπορισάμην, τὰς δὲ δαπάνας αὐτὸς ἀνέλαβον, διακόσια μὲν δοὺς τάλαντα, διακοσίων δʼ ἐγγυητὴς γενόμενος, τῇ μὲν προσοδευομένῃ γέγονεν, αὐτοὶ δʼ ὑπὸ τούτων ἀπεστερήμεθα. 15.133καίτοι γε ἄξιον ἦν μηδενὶ τῶν ὄντων Ἰουδαίους φόρον τῆς χώρας ἀπόμοιραν τελεῖν, εἰ δʼ οὖν, ἀλλʼ οὐχ ὑπέρ γε τούτων οὓς αὐτοὶ σεσώκαμεν, οὐδὲ τοὺς Ἄραβας ὁμολογήσαντας ἐντεύξεως καὶ χάριτος ὅτι τὴν ἀρχὴν ἐδόκουν τυγχάνειν ἀδικεῖν ἡμᾶς ἀποστεροῦντας, καὶ ταῦτα οὐ πολεμίους ὄντας, ἀλλὰ φίλους. 15.134ὡς γε πίστις ἔχουσα καὶ πρὸς τοὺς πολεμιωτάτους τόπον τοῖς γε φίλοις ἀναγκαιοτάτη τετηρῆσθαι, ἀλλʼ οὐ παρὰ τούτοις, οἳ τὸ μὲν κερδαίνειν ἐκ παντὸς τρόπου κάλλιστον ὑπειλήφασιν, τὸ δʼ ἄδικον οὐκ ἐπιζήμιον, εἰ μόνον κερδαίνειν δυνηθεῖεν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.128 Joseph. AJ 15.133 (English) >>Joseph. AJ 15.136

Powered by PhiloLogic